Σημείωμα | " Τέλος πέφυκε τῆς παρούσης πυκτίδος· / δόξα σοι, Κύριε, πάντων ἕνεκεν./ Στίχοι ἰαμβικοὶ εἰς τὴν παροῦσαν βίβλον./ ῎Ανθη τὰ χρυσᾶ τῶν σοφῶν διδασκάλων/ δέων ἐνταῦθα συνῆξα φιλοπόνως/ ἐκ τῶν ἐκείνων συλλέγων διδαγμάτων,/ [ὡς] ἄν τις ἐκ λειμῶνος ἄνθη συλλέγοι./ Μίαν ἐκαινούργησα ἥν ὁρᾷς βίβλον, / ἐν ᾗ φιλεργῶς τοὺς λόγους θησαυρίσας, ἔδειξα σίμβλον οὐκ ἀποστάζον μέλι,/ ἀλλ᾿ ἡδονῆς ῥοῦν ψυχικῶν ἐδεσμάτων./ Ταύτῃ τυχών τις καὶ τρυφήσας εἰς κόρον/ καὶ νοῦν καθαρθεὶς θαυμάσει τὸν ἐργάτην, ὅστις κέκτηται τὴν ψυχὴν ἔξω φθόνου·/ θησαυρον δ᾿ ἄλλον / τὴν βίβλον ἀπαρτίζων/ κοινὸν παρέσχον πλοῦτον, ἐξ οὗ πλουτήσας/ ὁ προστυχὼν ἄνθρωπος ἕξει τὴν χάριν/ ὡς δημιουργὸς τοῦδε νῦν τοῦ βιβλίου./ (f. 343)
|