Σημείωμα | Χιλιάσιν ἕξ τοῦ κυκλουμένου ἔτους | αὖθις ἑκατοντάσιν ὀκτὼ καὶ πάλιν | τῇ πενταπλῇ πεντάδι συμπληρουμένου | ἀπριλίῳ δ᾿ἐν μηνὶ τῆς πληρεστάτης | ἰνδικτιῶνος πεντάκις τρισσουμένης | ἐν ἡμέρᾳ δὲ τῇ τρίτῃ καὶ εἰκάδι | εἴληφε τέρμα βίβλος ἡ σεβασμία | Νείλου πενιχρᾷ χειρὶ τοῦ παναθλίου | συνεργίᾳ δὲ τοῦ καλοῦ Κωνσταντίου. | ὅστις βαδίζων ὑποταγῆς ἐν τρίβοις |πέρας ἱμερτὸν πρὶν ἰδεῖν τῆς πυκτίδος | χερσὶ περιπέπτωκεν ἀνδρῶν αἱμάτων | παρ᾿ὧν σπαραχθεὶς ἐκπερᾷ πύλας βίου · | ὑπῆρχε δ᾿οὗτος ἡδὺς, εὐθὺς, χαρίεις, φίλος τε πιστὸς διπλόης πάσης ἆτερ, | ὅν οὐ κρατὴρ ἔδειξε, καιρῶν δὲ ζάλη, καθὼς ἐγνωμάτευσε θεῖός τις πάλαι· οὗ πειραθεὶς ἔγνωκα καρδίας πλάτος, γνώμης ἀγαθῆς, ἱλαρᾶς ἐλευθέρας · | ὅς δὴ μετελθὼν πρὸς τρίβους αἰωνίους, ἔλιπε φίλοις ἀφόρητον τὴν λύπην, | βάλλουσιν εἰς νοῦν τὴν στέρησιν τοῦ φίλου. | Οἱ χρώμενοι γοῦν τῇ παρούσῃ πυκτίδι | εὔχεσθε τούτῳ λύσιν ἀγνοημάτων, | κλήρου τε τυχεῖν πρὸς Θεοῦ τῶν | πραέων (Ϛωκε') (1317). |