| Αύξων Αριθμός | 1448 |
| Σημείωμα Χρονολογία | 31 ᾿Ιουλίου 1318 |
| Σημείωμα | Τέλος σὺν Θ(ε)ῷ, τοῦ πρώτου βιβλίου ἔτους | ϚωκϚ' ἰνδ. ιε' μηνὸς ᾿Ιουλίου λα'· ἡμέρα Δευτέρα. | Μέμνησθε τοῦ γράψαντος Νείλου π(ατέρ)ες | ἐξαιρέτως δὲ ποιμένος τοῦ τῆς Λαύρας | θύτου μοναχοῦ συνετοῦ Γερασίμου | χρηστοῦ προσηνοῦς εὐμενοῦς πραϋθύμου | π(ατρὸ)ς γαληνοῦ συμπαθοῦς ἰφιθύμου | ἀνεξικάκου μακροθύμου πραέος | οἰκτίρμονός τε πάμπαν ἱλαρωτάτου | σεμνοῦ σθεναροῦ δεξιοῦ ποδηγέτου | ἀνδρὸς δοκίμου λίαν ἐντρεχεστάτου | σοφίας μεστοῦ σὺν ἐπιστήμῃ πᾶσῃ | ἄμτω τε θείων καὶ καθ᾿ἡμᾶς πραγμάτ(ων) | πείρᾳ μαθόντος τοῦ ποδηγεῖν εὐθέτως | νέους γέροντας ἅπασαν ἡλικίαν | τάξιν τε πᾶσαν μείζονα καὶ μετρίαν | πράως ἱλαρῶς καὶ πανημέρως ἄγαν | οἷς τὴν τρίβον δείκνυσι τῆς σ(ωτηρ)ίας | ἔργῳ λόγῳ τε χριστοτερπέσι τρόποις | ἐξ ἀνικάνων ἀξίους ὑπεξάγων | ὡς χρηματίσων θεῖον ἐντεῦθεν στόμα | λιτὰς προσάγων ἀγρύπνους ὑπὲρ τέκνων | ἐπιστρέφων τε βελτιῶν ἀγαθύνων | ἐπιστρέφων ὅπου γε κ(αὶ) δεῖ σὺν λόγῳ | ἅλατι θείῳ πανσόφως ἠρτυμένῳ | ἐπιβεβαιῶν συνετίζων εἰσάγων | πύκτας πρὸς αὐλὰς καὶ νομὰς οὐρανίους · | οὕτω σοφὸς πέφυκε καὶ μεγαλόνους | "οὗ τῇ κελεύσει τέρμα τερπνὸν ἡ βίβλος | εἴληφεν ὡς ἔνειμ(εν) ἡ θεία χάρις" (f. 352r). |
| Κώδικας Χρονολογία | ᾿Αθων. Λαύρας Κ 200 (ἔτ. 1318) |
| Εκδόσεις Σημειώματος | Ευαγγελάτου-Νοταρά, Χορηγοί, σ. 217. Σπ. Λαυριώτου - Σ. Εὐστρατιάδου, Κατ. Λαύρας, σ. 260-261. |
| Χειρογράφου Περιεχόμενο | ᾿Εφραίμ τοῦ Σύρου Λόγοι |
| Χειρογράφου Τύχες | |
| Γραφεύς | Νείλος |
| Τόπος Καταγωγής Γραφέως | |
| Τόπος Καταγωγής Κτήτορος | |
| Τοπωνύμια | Άγιον Όρος, Άθως |
| Ιδιότης | μοναχός |
| Πολιτικά Αξιώματα | |
| Εκκλησιαστικά Αξιώματα | |
| Μονή | Μεγίστης Λαύρας |
| Ναός | |
| Κοσμικό Κτίσμα | |
| Κτήτωρ/Χορηγός Κτίσματος | |
| Κτήτωρ/Χορηγός Χειρογράφου | ναι |
| Δωρεά Περιουσίας | |
| Ιστορικά Γεγονότα | |
| Φυσικά Φαινόμενα | |
| Επαγγέλματα | |
| Εθνικά | |
| Διάφορα Χαρακτηριστικά | παράκληση |
| Προσωπικά Γεγονότα | |
| Σχόλια | |
| Όνομα, Επώνυμο | Νείλος, Γεράσιμος |
| Ηλικία | |