Αύξων Αριθμός | 206 |
Σημείωμα Χρονολογία | έτ. 1071-1072 |
Σημείωμα | Ταύτην τὴν βίβλον τὴν ἱερὰν καὶ θείαν, τὴν ὁλόγλυκον καὶ καλῶς γεγραμμένην, ἥν ἐκόσμησεν ἡ τετρακτὺς τῶν θείων ἀποστόλων τε καὶ σοφῶν διδασκάλων, ᾿Ιωάννου τέ φημι τοῦ Θεολόγου ἅμα Ματθαίῳ καὶ Λουκᾷ καὶ τῷ Μάρκῳ, οἵ ἐσάφησαν τοῦ Χριστοῦ καὶ Θεοῦ μου τὴν τε γέννησιν καὶ τὴν βάπτισιν τὴν περιτομὴν καὶ τὰ θαύματα πάντα, τὰ παθήματα και τὴν ἔγερσιν τούτου, Λουκᾶς ὁ πανευτελὴς σὺν Νικολάῳ καὶ καθηγουμένῳ τε μονῆς τῆς Πέτρας ταύτην καλλωπίσαντες ὡς εὐποροῦντες. ῎Εχειν δὲ καὶ σὲ τὴν ἄχραντον παρθένον τοῦ πρεσβεύειν ἐκτενῶς ὑπὲρ σῶν δούλων, τοῦ τυχεῖν τῆς στάσεως τῶν ἐκλεκτῶν προβάτων καὶ ἀπόλαυσιν τῆς Χριστοῦ βασιλείας. ᾿Αμήν. ῾Υπὲρ μνήμης καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ Νικολάου μοναχοῦ καὶ καθηγουμένου μονῆς.....τοῦ πόθῳ κτησαμένου τὴν ἁγίαν δέλτον ταύτην · ἐγράφη δὲ διὰ Λουκᾶ μοναχοῦ ἁμαρτωλοῦ καὶ ἀσώτου. Οἱ ἀναγινώσκοντες τὴν ἁγίαν δέλτον ταύτην πρεσβυτεροπαπαδοδιάκονοι εὔχεσθε ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον · εἰ καὶ ὡς ἄνθρωπος ἔσφαλα σύγγνωτέ μοι διὰ τὸν Θεὸν. ᾿Ετελειώθη δὲ ἐν ἔτει Ϛφπ' ἰνδικτιῶνος δεκάτης ἐπὶ τῇ ἀφαιρέσει τῶν αἰσθητῶν ὀφθαλμῶν Ρωμανοῦ βασιλέως τοῦ Διογένους καὶ τῇ ἐπελεύσει τῶν ἀθέων Τούρκων. ᾿Αμήν. Λουκᾶς Μοναχός.
|
Κώδικας Χρονολογία | ᾿Αθων. Παντελεήμονος 27 |
Εκδόσεις Σημειώματος | Κακουλίδη, Μονή Προδρόμου-Πέτρας, σ. 17· Lake, Dated Mss., τ. ΙΙΙ, σ. 13· Λάμπρου,᾿Ενθυμήσεις Ι, σ. 131. Ευαγγελάτου-Νοταρά, «Σημειώματα», σ. 170-171. |
Χειρογράφου Περιεχόμενο | Εὐαγγελιστάριον |
Χειρογράφου Τύχες | δωρεά χειρογράφου για ψυχική σωτηρία |
Γραφεύς | Λουκάς |
Τόπος Καταγωγής Γραφέως | |
Τόπος Καταγωγής Κτήτορος | |
Τοπωνύμια | |
Ιδιότης | μοναχός, ηγούμενος |
Πολιτικά Αξιώματα | |
Εκκλησιαστικά Αξιώματα | |
Μονή | μονή Προδρόμου Πέτρας |
Ναός | |
Κοσμικό Κτίσμα | |
Κτήτωρ/Χορηγός Κτίσματος | |
Κτήτωρ/Χορηγός Χειρογράφου | |
Δωρεά Περιουσίας | |
Ιστορικά Γεγονότα | τύφλωση Ρωμανού Δ' Διογένη (1071) |
Φυσικά Φαινόμενα | |
Επαγγέλματα | |
Εθνικά | Τούρκοι |
Διάφορα Χαρακτηριστικά | ταπεινοφροσύνη, συγχώρεση |
Προσωπικά Γεγονότα | |
Σχόλια | |
Όνομα, Επώνυμο | Λουκάς, Νικόλαος, Ρωμανός Διογένης |
Ηλικία | |