Αύξων Αριθμός | 2063 |
Σημείωμα Χρονολογία | 1334 |
Σημείωμα | " + Τῇ αὐτῆ ἡμέρα (= κ´ἰανουαρίου) τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Εὐθυμίου τοῦ μεγάλου, ἐτάξαμεν ἵνα γίνεται ἀγρυπνία καὶ τράπεζα τοῖς αδελφοῖς κατέτος (= κατ᾿ ἔτος) εἰς τὴν σεβασμίαν λαῦραν τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σάβα τοῦ ἡγιασμένου, μέχρις ἅν εὑρίσκονται μοναχοί εἰς τὴν εἰρημένην ἁγίαν ταύτην μονήν, διὰ τὸν πανιερώτατον καὶ ὀρθοδοξώτατον ἀρχιεπίσκοπον καὶ καθολικὸν τῆς ᾿Ιβερίας κῦριν Εὐθύμιον· ἀλλὰ δὴ καὶ ναμνημονεύεται καθεκάστην μετὰ τὸ μνημόσυνον τῶν μελλόντων πατριαρχεύειν ἐν τῆ ἁγία πόλει ῾Ιερουσαλήμ· αὐτὸς γὰρ ὁ προρρηθεὶς ἀρχιεπίσκοπος, ἔπεμψεν ἀπὸ τὴν ᾿Ιβερίαν μικρὰν εὐλογίαν εἰς τὴν τοιαύτην ἁγίαν λαῦραν εἰς κυβέρνησιν καὶ ἀναψυχὴν τῶν ταπεινῶν μοναχῶν· καὶ μετὰ τὸ ἀναγνωσθῆναι τὸ συναξάριον τοῦ μεγάλου Εὐθυμίου, ἄς ἀναγινώσκεται καὶ ἡ τοιαύτη ὑπόθεσις ἀκροωμένων πάντων τῶν ἀδελφῶν· καὶ ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν τριάδι ὑμνούμενος καὶ ἡ πανάχραντος αὐτοῦ μητέρα, καὶ ὁ πανηγιασμένος Σάβας, δώῃ αὐτῶ τὸν μισθὸν ἐν τῆ ἡμέρα τῆς κρίσεως· διὰ γὰρ τοῦτο ἐγεγόνει τὸ παρὸν ἡμέτερον γράμμα, παρὰ τοῦ τότε καθηγουμένου τῆς σεβασμὶας ταύτης μονῆς, ᾿Ιωαννικίου ἁμαρτωλοῦ, τάχα καὶ ἱερομονάχου ἐνέτει τῶ ςωμβ· ἰνδ. β +" = 1334.
|
Κώδικας Χρονολογία | Ιεροσολύμων, Βιβλ. Ελλ. Πατρ., αρ. 156. 11ος αι. |
Εκδόσεις Σημειώματος | Παπαδοπούλου- Κεραμέως, Ιεροσολυμιτική Βιβλιοθήκη, τ. ΙΙ, ó. 250-251 |
Χειρογράφου Περιεχόμενο | Συναξάριον |
Χειρογράφου Τύχες | |
Γραφεύς | Ιωαννίκιος |
Τόπος Καταγωγής Γραφέως | |
Τόπος Καταγωγής Κτήτορος | |
Τοπωνύμια | Ιβηρία, Ιερουσαλήμ |
Ιδιότης | ΗΓΟΥΜΕΝΟΣ |
Πολιτικά Αξιώματα | |
Εκκλησιαστικά Αξιώματα | αρχιεπίσκοπος και καθολικός της Ιβηρίας, κύρις Ευθύμιος |
Μονή | Λαύρα του αγίου Σάβα |
Ναός | |
Κοσμικό Κτίσμα | |
Κτήτωρ/Χορηγός Κτίσματος | |
Κτήτωρ/Χορηγός Χειρογράφου | |
Δωρεά Περιουσίας | |
Ιστορικά Γεγονότα | |
Φυσικά Φαινόμενα | |
Επαγγέλματα | |
Εθνικά | |
Διάφορα Χαρακτηριστικά | |
Προσωπικά Γεγονότα | |
Σχόλια | ΔΙΠΛΟΕΓΓΡΑΦΗ Σύμφωνα με τον εκδότη, το σημείωμα βρέθηκε σε ένα από τα τρία φύλλα του κώδικα που βρέθηκαν στην Πετρούπολη. |
Όνομα, Επώνυμο | |
Ηλικία | |