Σημείωμα | + Πόνημα χρυσόρρειθρον ἔνθεον πάνυ. Χρυσοστόμου κήρυκος ἁγνοῦ ποιμένος. Χρυσαῖς ψεκάσι ναμάτων ζωηρρύτων. ῎Αρδον φλογώδεις τῶν παθῶν αὐχμηρίας καὶ κατατῆκον δαιμόνων πανουργίας · τῶν ᾿Ανομοίων ἀφανῖζον τοὺς ὕθλους, πλοκὰς τε δεινὰς μισοχρίστων ρητόρων, καὶ τῶν ῾Εβραίων φιλονείκους ἐνστάσεις, διαλῦον πνεύματος ἄριστα ξίφει · λίθων διαυγῶν πρόκριτον καὶ μαργάρων, ὕλης γεηρᾶς γηΐνων μελημμάτων ψυχῆς ρεπούσης διόλου πρὸς τὰ κάτω οὐχὶ δ᾿ἐχούσης ὄμμα πρὸς κάλλη τ᾿ἄνω τέτευχε χρηστοῦ τοῦ τέλους εὐθυβόλως, χειρὶ δοκίμου γραφέως ᾿Ιγνατίου, κρίσει τε πατρὸς διακριτικωτάτου ἐν ἀζύγοις θύτου τε καὶ γερωνύμου, ὅν ταῖς λιταῖς σου χρυσὲ τὴν γλῶτταν πάτερ μιμούμενόν σε κατὰ πάντα τοὺς τρόπους ἄριστον ὡς πέλοντα λαύρας ποιμένα ἀνώτερον φύλαττε παντοίας βλάβης+
|