Σημείωμα #2538

Αύξων Αριθμός2538
Σημείωμα Χρονολογία1395
Σημείωμα" Οἷδον γὰρ, οἷδον τὸ ποθούμενον τέλος· δόξα σοι ὁ θσ` καὶ πάλιν ἐρῶ δόξα σοι· + - ᾿Ετελειώθ(η) τὸ παρὸν δὴμηναίον, ἱαννουάριος καὶ φευρουἄριος τοῦ ἀγίου καὶ ζωοδόχου Τάφου τοῦ κυ', διασυνεργείας τὲ καὶ ἐξόδου καὶ πολλῆς ἐπιμελείας τοῦ παναγιωτάτου πρς`, καὶ πριἄρχου τῆς ἀγίας πόλεως, ῾Ιεροσολύμων κυροῦ Δωροθέου τοῦ ᾿Αγιονὁρείτ(ου), εἷτα, τῶ ᾿Αγιωσαβίτου· καὶ ἐγράφη διαχειρὸς, κἀμοῦ ἀμαρτωλοῦ καὶ ταπεινοῦ ῾Ιἀκώβου, καὶ οἱ ἀναγινώσκοντες εἰς αὐτὸν πρες καὶ ἀδελφοὶ, εὔχεσθαι ὑπὲρ ἐμοῦ τοῦ ἀμαρτωλοῦ καὶ ἀναξίω τῆς πάσης διὰ τὸν κν'· ἐνορθωθεῖ -τ καὶ μὴ καταράσθαι ὅπως λυτρωθῶ τῆς αἰωνίου κολάσεως· διὰ τῶν ἀγίων σας εὐχῶν ὅτι μεγάλος ἡμάρτικα τῶ κω', ὡς οὑδῆς γεγενημένος ἐπὶ τῆς γῆς, δόξα τὸ δόντι τέλος ἀμὴν, καὶ τὸν θεὸν δόξα σοι. / Θείου νοητοῦ ἄνθρακας πυρὸς φέρω· + / Κατὰφλέγοντα δαιμόνων παντευχείαν·+/ Κρυμῶν λύοντας ψυχικῶν παθημάτων· / ᾿Οθούντας ἀχλὺν, ἀπρεπῶν νοημάτων·/ Καὶ φῶς βροτείαν ἐντιθὲντὰς καρδίας·+/ Μηναίων γὰρ εἰμὴ γράμμα, εἰς κεχριμένος φίλαι·/ Μνήσθητι κἀμοῦ, ὁ ταύτα ἐντυγχάνω(ν)·+/ ῾Ιακώβου πλήμωνι, καὶ λαουτρόπω·/ ῞Οπω(ς) τύχοιμι ψυχικῆς σωτηρίας·/ ᾿Εν τῆ φοβερὰ ἐτάσεως ἡμέρα·/ ῞Οταν ὁ Χ(ριστὸ)ς ἥξει, τοῦ κρίναι πάντας·/ Χ(ριστ)ὲ παράσχοι, τῶ κτισαμένω χάριν·/ ῾Οφλημάτων λύτρωσιν τῶ γεγραφώτι·/ Τῶ ἀναγινώσκοντι ἔλλαμψιν θείαν·/ ῾Η χεὶρ μὲν ἡ γράψασα, σάπη τῶ τάφω·/ ῾Η γραφὴ δὲ μένη, εἰς αἰῶνας ἀπεράντους·/ ῞Ωσπερ ξένη χαίρωντες ἱδεῖν π(ατ)ρίδα· / Οὕτως καὶ οἱ γράφοντες βιβλίου τέλος·/ ῎Ανακτε Χ(ριστ)ε πατροκόλπιον φάος·/ Μήδων τοῦ π(ατ)ρ(ὸ)ς, καὶ πρύτανι τῶν ὅλων· / Σε ἐκδυσωπῶ τὸν πανακτὶ δυνάμει· / Σκέπε φρούρει φύλαττε τὸν σὸν οἱκέτην·+/ Τὸν καὶ ξίσαντα τὴν θείαν δέλτον ταύτην·/ ῾Ο τὴνδὲ κρατῶν δέλτον π(άτ)ερ, καὶ τὰς ἐν αὐτῆ λιτὰς/ Καὶ εὐχὰς πρὸς φέρων τῶ δεσπότη·/ Μέμνησο κἀμοῦ, τοῦ γράψαντος συνάμα χρωμ(έν)ω·/ Τὸ τέρμα δεδωρκῶς, τῶν τῆςδὲ βίβλου·/ Γεγηθα λιτὰς ἀναπέμψαι, Χ(ριστ)ῶ τῶ τελεστῆ, τῶν/ ᾿Αγαθῶν πάντων·+/ ᾿Εγράφη εἰς τὰ ῾Ιεροσόλυμα, ἐντὸς τοῦ σκολίου τὸν ἐυλαβέστατον πρα ἡμῶν κυροῦ παπᾶ Σάδεκα, κληρικὸς τοῦ ἀγίου καὶ ζωοδόχου Τάφου τοῦ κυ· + ἔτους ,ς δ, ἐν μηνὶ νοἐμβρίω· εἰς τὰς· λ'· ἡμέρα δευτέρα, ὥρας θ'· ἰν(δικτιῶν)ος" [sic] (f. 422r).




Κώδικας ΧρονολογίαΙεροσολύμων, Βιβλ. Ελλ. Πατρ., αρ. 229. έτος 1395
Εκδόσεις ΣημειώματοςΠαπαδοπούλου- Κεραμέως, Ιεροσολυμιτική Βιβλιοθήκη, τ. ΙΙ, σ. 356-357.
Χειρογράφου ΠεριεχόμενοΜηνολόγιον Ιανουαρίου- Φεβρουαρίου
Χειρογράφου Τύχες
ΓραφεύςΙάκωβος
Τόπος Καταγωγής Γραφέως
Τόπος Καταγωγής Κτήτορος
ΤοπωνύμιαΑγίον Όρος, Ιεροσόλυμα.
ΙδιότηςΚΛΗΡΙΚΟΣ
Πολιτικά Αξιώματα
Εκκλησιαστικά ΑξιώματαΠατριάρχης Ιεροσολύμων, Δωρόθεος.
Μονή
Ναόςναός Παναγίου Τάφου, Ιεροσόλυμα
Κοσμικό Κτίσμα
Κτήτωρ/Χορηγός Κτίσματος
Κτήτωρ/Χορηγός Χειρογράφουδωρεά χειρογράφου
Δωρεά Περιουσίας
Ιστορικά Γεγονότα
Φυσικά Φαινόμενα
Επαγγέλματα
Εθνικά
Διάφορα Χαρακτηριστικά
Προσωπικά Γεγονότα
Σχόλια
Όνομα, Επώνυμο
Ηλικία