Σημείωμα | "+ ᾿Ετελειώθη, ἡ παροῦσα Παρακλητϊκῆ· δϊὰ χειρὸς καμοῦ τοῦ ἐν μοναχοῖς ἐλαχίστου· καὶ ἁμαρτωλοῦ, Καλλίστου ῾Ραδηνοῦ, τοῦ Τραπεζουντίου· δϊὰ σϋνεργείας τὲ, καὶ ἐξόδου· καὶ πολλῆς ἐπιμελείας, καὶ πόθου· τοῦ ἐν ἰερομονάχοις, εὐλαβεστάτου· κυροῦ, Θωμᾶ· π(ατ)ρϊαρχοῦντος, τοῦ ἁγϊωτάτου· καὶ παναγϊωτάτου ἡμῶν δεσπότου π(ατ)ρ(ὸ)ς καὶ π(ατ)ριάρχου τῆς ἁγίας πόλεως ῾Ι(ερουσ)λὴμ· κϋροῦ Δωροθέου - + ῎Ανακτε Χ(ριστ)έ, πατροκόλπιον φάος· / μέδον τοῦ π(ατ)ρ(ὸ)ς, καὶ πρΰτανι τῶν ὅλων·/ σὲ ἐκδυσωπῶ τὸν πανακτὶ δϋνάμει· / σκέπε φρούρει φΰλαττε, τὸν σὸν οἱκέτην·/ τὸν καὶ ξίσαντα τὴν θείαν δέλτον ταύτην·/ ὁ τήνδε κρατῶν δέλτον πά(τε)ρ, καὶ τὰς ἐν αὐτῆ λϊτὰς καὶ εὐχὰς προσφέρων τῶ δεσπότη· μέμνησο κἀμοῦ τοῦ γράψαντος, σϋνάμα τῶ χρωμένω· ἐν ἔτει ,ςω θ· μηνὶ ἰαννουαρίω κα· ἡμέρα σαββάτω· ὥρα θ·- Τὸ, τέρμα δεδωρκὼς, τῶν τῆσδε βίβλου γέγηθα λϊτὰς ἀναπέμψας, Χ(ριστ)ῶ τῶ τελεστῆ τῶν ἀγαθῶν πάντων·++ ᾿Εγράφη, εἰς τὰ ῾Ιεροσόλϋμα, ἑντὸς τοῦ κελίου τοῦ δεσπότου μου, τοῦ ἁγίου τοῦ π(ατ)ριάρχου·- ++ Εὔχου μοι ὦ θύτα, εὔχου μοι τῶ ἁμαρτωλῶ, Καλλίστω· ὅπως δϊὰ τῶν σῶν ἁγίων εὐχῶν, ῥυσθῶ τῆς κολάσεως, καὶ τῆς γεέννης τοῦ πυρὸς· ἀμήν +- + Θωμᾶ, ἱερομονάχου+. (f. 309v)
|