Σημείωμα #2794
| Αύξων Αριθμός | 2794 |
|---|---|
| Σημείωμα Χρονολογία | 12 ᾿Οκτωβρίου 1452 |
| Σημείωμα | ᾿Επίγραμμα εἰς τὸν ψαλτήραν Δαυίδ. ῎Ακουε Δαυὶδ τοῦ παρ᾿ἡμῖν ᾿Οφέως. | Φόρμιγγα κίνει μυστικῆς μελῳδίας. | Σιγᾶν δὲ ποιεῖ τῶν παθῶν τὰ θηρία · | ῞Οταν σφαλεῖσα τοῦ πρέποντος ἡ φύσις · | Πρὸς θηριώδεις ἐκτραπῇ δυσμορφίας · | Καὶ τῶν χαμερπῶν ἐξανιστᾷ φροντίδων · | Πρὸς τὴν ἐν ἔργοις ψυχικὴν σωτηρίαν· | Τοῦ πνεύματος τὰ θεῖα τόξα καὶ τὰ βέλη · | Τείνας ὁ Δαυὶδ ψαλμοκινήτῳ λύρᾳ | ῞Απασαν ὄντως προσβολὴν μὲν δαιμόνων · | Ψάλλει τιτρώσκει καὶ διώκει καὶ τρέπει. | Πιστῶν δὲ πᾶσαν πρὸς θεὸν πτεροῖ φρένα· | ῞Αγιε Δαυὶδ προφῆτα τοῦ Κυρίου · | Τοῦ γράψαντός σου τὸ παρόντα βιβλίον. | Μέμνησαι πάντως τῶν πολλῶν μου σφαλμάτων. | Τοῦ ταπεινοῦ τε ἁμαρτωλοῦ καὶ θύτου. | Παπὰ δὲ Μάρκου ἐπίκλειν Παυλοπούλου. | ῎Ελαβε δὲ τέλος μηνὸς τοῦ ὀκτωβρίου · | Δὺς δὲ δέκα καὶ δύο τοῦ παρόντος. | Καὶ τοῦ ἔτους τρέχοντος χιλίους τετρακοσίους · | Καὶ πεντήκοντα τρέχοντος πρώτου τοῦδε· — αυνβ' ὀκτωβρίου ιβ'. |
| Κώδικας Χρονολογία | 11 (27) (ἔτ. 1452) |
| Εκδόσεις Σημειώματος | Benesevic, Opisanie Ι, ó. 22. |
| Χειρογράφου Περιεχόμενο | Ψαλτήριον ἐξηγητικόν κατά σειράν διαφόρων πατέρων |
| Χειρογράφου Τύχες | |
| Γραφεύς | Μάρκος Παυλόπουλος |
| Τόπος Καταγωγής Γραφέως | |
| Τόπος Καταγωγής Κτήτορος | |
| Τοπωνύμια | |
| Ιδιότης | ΚΛΗΡΙΚΟΣ |
| Πολιτικά Αξιώματα | |
| Εκκλησιαστικά Αξιώματα | |
| Μονή | |
| Ναός | |
| Κοσμικό Κτίσμα | |
| Κτήτωρ/Χορηγός Κτίσματος | |
| Κτήτωρ/Χορηγός Χειρογράφου | |
| Δωρεά Περιουσίας | |
| Ιστορικά Γεγονότα | |
| Φυσικά Φαινόμενα | |
| Επαγγέλματα | |
| Εθνικά | |
| Διάφορα Χαρακτηριστικά | |
| Προσωπικά Γεγονότα | |
| Σχόλια | |
| Όνομα, Επώνυμο | |
| Ηλικία |