Σημείωμα | Αὕτη ἡ θεἰα καὶ ἱερὰ βίβλος παρέχουσα τὴν τῶν θείων καὶ ἱερῶν κανόνων ἀκρίβειαν, ἐτύγχανε καὶ αὐτὴ πάλαι ποτὲ κτῆμα ἀφιερωμένον τῇ ἁγιωτάτῃ μητροπόλει Τραπεζοῦντος· ἧς δουλωθείσης ὑπὸ τῶν ἀλλοφύλων διὰ τὰς ἡμῶν ἁμαρτίας, καὶ πάντων τῶν ἱερῶν κειμηλίων ἐν φθορᾷ ἀποβάντων, ἐπιτυχὼν ὁ παναγιώτατος αὐθέντης ἡμῶν καὶ δεσπότης καὶ οἰκουμενικὸς πατριάρχης κὺρ Συμεών, ἐξωνήσατο ταύτην τὴν βίβλον· ὃς ζήλῳ θείῳ κινηθείς, καὶ μᾶλλον κατάγων τὸ γένος ἐξ αὐτῆς τῆς περιφήμου τῶν πόλεων Τραπεζοῦντος ἀπεχαρίσατο πάλιν πρός τὴν ἑαυτοῦ πατρίδα, ἤτοι πρὸς τὴν ἁγιωτάτην μητρόπολιν Τραπεζοῦντος· ὃς δ᾿ἄν ποτε βουληθείη ταύτην τὴν βίβλον συλῆσαι, ἢ ὅλως φανερῶς τολμῆσαι καὶ ἐκβαλεῖν ἐξ αὐτῆς τῆς μητροπόλεως, πρῶτον αφωρισμένος εἴη παρ᾿αὐτοῦ τοῦ παναγιωτάτου πατριάχου · εἶτα καὶ τὰς ἀρὰς ἀπολάβοι τῶν ἁγίων πατέρων· καὶ ἔλθοι ἐπ᾿αὐτῷ ὁ τρόμος τοῦ Κάϊν, καὶ τοῦ Γιεζῆ η λέπρα· καὶ σὺν ᾿Ιούδᾳ τῷ προδότῃ ἐν τῷ μέλλοντι κατακριθείη. νῦν δὲ ἐδόθη εἰς τὰς χεῖρας τοῦ μητροπολίτου Τραπεζοῦντος κυρίου Παγκρατίου τοῦ δι᾿αὐτοῦ χειροτονηθέντος, ἰνδικτιῶνος ε´τοῦ ϚϠπου ἔτους. Ὁ Τραπεζοῦντος Δωρόθεος. |