Αύξων Αριθμός | 458 |
Σημείωμα Χρονολογία | 12ου (;) αι. |
Σημείωμα | Τὴν παροῦσαν βίβλον ἰδὼν μυρία ἔχουσαν σφάλματα ἔν τε πνεύμασι καὶ τόνοις καὶ ἀντιστίχοις καὶ συλλαβαῖς, καὶ μάλιστα τὸ νῦ γράμμα ἐν οἷς οὐκ ἔδει συνεχῶς γεγραμμένον, τοῦτο μὲν ἀπέξεσα ὡς ὁρᾷς πάτερ. Τὰ δὲ πνεύματα καὶ τοὺς τόνους καὶ ἀντιστίχων καὶ συλλαβῶν καὶ λέξεων ὑπόθεσιν μερικῶς διορθωσα, ἐπειδὴ οὐδὲ ἀντιβόλαιον εἶχον ὡς ἄν ἴδω καὶ ἅπερ ὁ ἀντίγραφος οὗτος κατὰ ἄγνοιαν ἤ λήθην παρέγραψε. Κατὰ γὰρ τὴν προσοῦσαν μοι ἀμάθιαν καὶ ἀγροικίαν ἐκ πολλῶν ὀλίγα διόρθωσα. Εὐχέσθω τοίνυν πᾶς ὁ ἀναγινώσκων τήνδε τὴν βίβλον ὑπὲρ τοῦ γράψαντος ταῦτα οὗ τὸ ὄνομα Θεὸς οἶδεν ἐγὼ οὐκ οἶδα καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ Νίφωνος τοῦ διορθώσαντος τάχα ταύτην, ὡς ἄν τύχοιμεν ψυχικῆς σωτηρίας. ῾Ως οὖν ἐκ τῶν γραμμάτων τούτων κατέλαβα ἀκριβῶς ὅτι οὗτος ἐκεῖνός ἐστιν ὁ γραφεὺς καὶ οὐκ ἄλλος ὁ καὶ τὴν ἠθικὴν βίβλον γράψας τῆς παρούσης μονῆς τοῦ (Κουτλουμουσίου; διεξεσμένα) ἤγουν τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν.... (διεξεσμένα). Πλὴν δὲ διώρθωσα κἀκείνην ὁμοίως ταύτῃ. Εὗρον δὲ ἐν ἐκείνῃ καὶ τετράδια ἐνηλλαγμένα ἤγουν παρατεθημένα ὑπὸ τοῦ βιβλιοδέτου καὶ ἐσημείωσα μὲν καὶ ταῦτα ἀναγινώσκεσθαι καθ ειρμὸν καὶ τάξιν καὶ ἐνορδίνως, εὗρον δὲ καὶ τινας ἐπὶ προφάσει διορθώσεως γράφοντας σφάλματα καὶ μάλιστα τὸν πρασινογράφον· πλὴν ἵλεως γένοιτο Κύριος πᾶσιν ἡμῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὅσα ἄν ἐν ἀγνοίᾳ καὶ ἐπράξαμεν καὶ ἐγράψαμεν. ᾿Αμήν, ἀμήν, ἀμήν. Γένοιτο, γένοιτο. |
Κώδικας Χρονολογία | ᾿Αθων. Κουτλουμουσίου 30 |
Εκδόσεις Σημειώματος | Λάμπρου, ῞Αγιον ῎Ορος, τ. Α', σ. 276. Ευαγγελάτου-Νοταρά, «Σημειώματα», σ. 226-227. |
Χειρογράφου Περιεχόμενο | ᾿Ιωάννου τοῦ Χρυσοστόμου λόγοι |
Χειρογράφου Τύχες | υπερ ψυχικής σωτηρίας |
Γραφεύς | Νίφων |
Τόπος Καταγωγής Γραφέως | |
Τόπος Καταγωγής Κτήτορος | |
Τοπωνύμια | |
Ιδιότης | αντιγραφέας, διορθωτής, πρασινογράφος |
Πολιτικά Αξιώματα | |
Εκκλησιαστικά Αξιώματα | |
Μονή | μονή Κουτλουμουσίου |
Ναός | |
Κοσμικό Κτίσμα | |
Κτήτωρ/Χορηγός Κτίσματος | |
Κτήτωρ/Χορηγός Χειρογράφου | |
Δωρεά Περιουσίας | |
Ιστορικά Γεγονότα | |
Φυσικά Φαινόμενα | |
Επαγγέλματα | βιβλιοδέτης |
Εθνικά | |
Διάφορα Χαρακτηριστικά | |
Προσωπικά Γεγονότα | |
Σχόλια | |
Όνομα, Επώνυμο | Νίφων |
Ηλικία | |