Σημείωμα #462
Αύξων Αριθμός | 462 |
---|---|
Σημείωμα Χρονολογία | Δεκέμβριος 1200 |
Σημείωμα | Πόθος πόθων εἷλκέ με πρὸ πόθων πόθος, ἵνα τέλος δέξηται ὁ παρὼν πίναξ· πάλιν πόθος τήκε με σφοδρὸς καὶ μέγας, ἵνα τὴν πατρίδα μου ταχέως ἴδω, καὶ τῆς γεννησάσης με εὐχὰς λαμβάνω. ῞Ωσπερ πληροφορημένος ἐδέξω τάδε οὕτω τὴν πατρίδα σου ταχέως ἴδοις. ῎Εχων χεῖρας αἵματος πλήρεις, μεμολυσμένας οϊμοι ὁ πανάθλιος ἐγὼ ὁ τάλας · πῶς γὰρ νῦν ἐτόλμησα γράφειν τὴν δέλτον ταύτην · ἔχων χείλη ρυπαρὰ, ψυχὴν μεμολυσμένην · ὅλος γὰρ αἰσχρῶς ὑπόκειμαι τοῖς πάθεσιν ὁ τάλας, πλὴν οὐκ ἀπογνώθει με τῆς πανευσπλαχνίας, ἀλλὰ θερμοῖς τοῖς δάκρυσι, ψυχῇ συντετριμμένῃ προσέρχομαι παμβασιλεῦ τῇ σῇ φιλανθρωπίᾳ δέξαι καμὲ ὡς τὸν ἄσωτον, δέξαι με ὡς τὸν τελώνην δέξαι με ὡς τὸν Μανασσῆν τὸν τοῖς εἰδώλοις θυόν(τα). καὶ Νινευΐ μυριάνθρωπον μὴ θέλης ἀφανίσαι · καὶ τὶ με χρὴ μακρολογεῖν, ἥμαρτον πάτερ ἥμαρτον ὡς οὐδεὶς ἄλλος ἐν βίῳ · ἀλλὰ τὰ σπλάγχνα τὰ χρηστὰ Σῶτερ ὑπάνοιξόν μοι καὶ δὸς μοι χεῖρα Δέσποτα ὥς ποτέ καὶ τῷ Πέτρῳ ὅπως αἱ βάσεις τῶν ποδῶν λόγε στερεωθῶσιν, ἱνα ὀρθῶς συνίσταμαι ὀρθῶς καὶ βηματίζω καὶ ἀνυμνῶ τὸ ἄπειρον τῆς τῆς δημιουργίας καὶ προσκυνῶ τὸ εὔσπλαχνον τῆς σῆς πανευσπλαχνίας. ᾿Αδφελφοὶ καὶ πατέρες οἱ ἐντυγχάνοντες τῆς ἐνθάδε πυκτίος εὔχεσθε καὶ ὑπὲρ ἐμοῦ καὶ μὴ καταρᾶσθε· ὅτι γὰρ χωρικὸς καὶ ἀφρονέστατός εἰμι ·οὐκ εἶχον γὰρ θέρμην πύραν τῶν ἀντιστοίχων · ἀτελειώθη δὲ κατὰ Δεκέμβριον μῆνα τῆς ιγ' ᾿Ινδικ. τοῦ Ϛψμη'. |
Κώδικας Χρονολογία | ᾿Αθων. Λαύρας Α 71 |
Εκδόσεις Σημειώματος | Εὐστρατιάδου, Λαύρα, σ. 59. Ευαγγελάτου-Νοταρά, «Σημειώματα», σ. 228. |
Χειρογράφου Περιεχόμενο | Εὐαγγέλιον |
Χειρογράφου Τύχες | |
Γραφεύς | |
Τόπος Καταγωγής Γραφέως | ἵνα τὴν πατρίδα μου ταχέως ἴδω |
Τόπος Καταγωγής Κτήτορος | |
Τοπωνύμια | Νινευΐ |
Ιδιότης | |
Πολιτικά Αξιώματα | |
Εκκλησιαστικά Αξιώματα | |
Μονή | |
Ναός | |
Κοσμικό Κτίσμα | |
Κτήτωρ/Χορηγός Κτίσματος | |
Κτήτωρ/Χορηγός Χειρογράφου | |
Δωρεά Περιουσίας | |
Ιστορικά Γεγονότα | |
Φυσικά Φαινόμενα | |
Επαγγέλματα | |
Εθνικά | |
Διάφορα Χαρακτηριστικά | ταπεινοφροσύνη, παράκληση |
Προσωπικά Γεγονότα | |
Σχόλια | |
Όνομα, Επώνυμο | Μανασσής |
Ηλικία |