Σημείωμα | + Μέγας ὁρῶ σε τύμβε. μὴ πλανῶ ξένε · | τρισσὶ μένουσιν ἔνδον · εἰπὲ καὶ τίνες · | μήτηρ, πατὴρ, καὶ τέκνον. ἔμπικρος λόγος. | γένος τὸ μητρὸς οἷον. ἐκ δουκῶν ξένε. | φῆς τὴν σεβαστὴν Ανναν, αὐτὴν σὺ λέγω, ναὶ καὶ τὸ πατρὸς φράζε, Παλαιολόγον. | Γεώργιον φεῦ τὸν σεβαστόν μοι λέγω. | εἰπεῖν ἔχεις τὸν παῖδα, γνοὺς φεῦ δακρύσεις. | ἀρ᾿ἡλιῶσαν εἶχεν ἤ χρυσὴν κόμην; ναὶ χρυσὴν | ἐκυμα τούτο πρὸς τὸν αὐχένα; | ναὶ τῶ Ζεφύρω προσπνέοντι μετρίως. | ἔστησας ἡμῖν πᾶσαν ὁρθὴν τὴν τρίχα. | ἅν γνοὺς τὰ λοιπὰ. φράζε πρὸς τοῦ κειμένου, | τὸ βλέμμα τοῦτου ποῖον · τέλος τέλος (f. 64v). |