Σημείωμα | + Τῆ αὐτῆ ἡμέρα τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου, ἐτάξαμεν ἵνα γίνεται ἀγρυπνία καὶ τράπεζα τοῖς | ἀδελφοῖς κατ᾿ ἔτος εἰς τὴν σεβασμίαν λαῦραν τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σάβα τοῦ ἡγιασμένου, μέχρις ἄν εὑρίσκονται | μοναχοὶ εἰς τὴν εἰρημένην ἁγίαν ταύτην μονὴν, διὰ τὸν πανιερώτατον καὶ ὀρθοδοξώτατον ἀρχιεπίσκοπον καὶ καθολικὸν | τῆς ᾿Ιβερίας κῦριν Εὐθύμιον · ἀλλὰ δὴ καὶ νὰ μνημονεύεται καθεκάστην μετὰ τὸ μνημόσυνον τῶν μελλόντων πατριαρχεύειν | ἐν τῆ ἁγία πόλει ῾Ιερουσαλὴμ · αὐτὸς γὰρ ὁ προρρηθεὶς ἀρχιεπίσκοπος, ἔπεμψεν ἀπὸ τὴν ᾿Ιβερίαν μικρὰν εὐλογίαν εἰς τὴν | τοιαύτην ἁγίαν λαῦραν εἰς κυβέρνησιν καὶ ἀναψυχὴν τῶν ταπεινῶν μοναχῶν, καὶ μετὰ τὸ ἀναγνωσθῆναι τὸ συναξάριον τοῦ Μεγάλου Εὐθυμίου, | ἅς ἀναγινώσκεται καὶ ἡ τοιαύτη | ὑπόθεσις ἀκροωμένων πάντων τῶν ἀδελφῶν · καὶ ὁ θεὸς ὁ ἅγιος, | ὁ ἐν τριάδι ὑμνούμενος καὶ ἡ πα|νάχραντος αὐτοῦ μητέρα, καὶ ὁ | παναγιασμένος Σάβας, δώῃ αὐτῶ τὸν μισθὸν | ἐν τῆ ἡμέρα τῆς κρίσεως · | διὰ γὰρ τοῦτο ἐγεγόνει τὸ παρὸν ἡμέτερον | γράμμα, παρὰ τοῦ τότε καθηγουμένου | τῆς σεβασμίας ταύτης μονῆς, ᾿Ιωα|ννικίου ἁμαρτωλοῦ, τάχα καὶ ἱερο|μονάχου ἐν ἔτει τῶ Ϛωμβ' ἰνδ(ικτιῶνος) β +. |