Σημείωμα | "Μηνὶ μαρτίῳ ἰν(δικτιῶν)ος ς', ἡμέρᾳ ε', ἔτους ,ςωμς' (=1338)· ὅτι ἐν τῇ εἰς τὸν Ψαλτῆρα αὐτοῦ ἐρμηνείᾳ αὐτὸς ἑαυτῷ κρείττων ὤφθη ὁ Χρυσόστομος· πανταχοῦ γὰρ τοῖς λόγοις αὐτοῦ τὸ καθαρὸν καὶ λαμπρὸν μετὰ τοῦ ἡδέος ἐπιδεικνὺς, τοῖς τε ἐνταῦθα μάλιστα διαπρέπει καὶ τῇ τῶν παραδειγμάτων εὐπορίᾳ καὶ τῇ τῶν ἐνθυμημάτων ἀφθονίᾳ, καὶ εἴ που δέοι καὶ δεινότητι, καὶ ἁπλῶς ἔν τε λέξει καὶ συνθέσει καὶ μεθόδῳ καὶ νοήμασιν ἄριστα τὴν συγγραφὴν κατεσκευάσατο· πότε δὲ διεπονήθη, πότερον ἀρχιερατεύοντα ἤ πρότερον, οὐδὲν ἐξ ὣν ἐνταῦθα λέγει, ὥσπερ εἴωθε πολλάκις ἐν τοῖς ἄλλοις αὑτοῦ λόγοις ποιεῖν, ὑποδηλοῖ· εἱκάσαι δὲ ἐστιν, ὅτι πρὶν ἀρχιερατεῦσαι· οὔτε γὰρ ὁμιλίαις τὸ βιβλίον διῄρηται, ὡς ποιεῖν εἴωθεν ἀρχιερατεύων, καὶ ἡ δύναμις καὶ τὸ κάλλος τοῦ λόγου σχολάζειν αὐτὸν μᾶλλον ἀλλ᾿ οὐ πράγμασιν ἐνστρέφεσθαι διαδείκνυσιν" (f. 180)
|