Σημείωμα #2070

Αύξων Αριθμός2070
Σημείωμα Χρονολογία28 Ιουλίου 1322
Σημείωμα" Μέμνησθέ μου, πατέρες μου ἅγιοι, τοῦ ἀθλίου καὶ ἀναξίου ὑμῶν δούλου τοῦ γράψαντος ταῦτα Μιχαὴλ ῾Αγιοδημητρίτ(ου) πρωτοκανονάρχου· οἶδε δὲ Κύριος, ὅτι οὐ προέλαβεν ἰδεῖν τὸν μοναχὸν κυρὸν Θεοδώρητον· εἶχον γὰρ γράψαι πολλὰ τῶν ἁγίων μου τῶν ποθεινοτάτων, τοῦ τε τιμίου Προδρόμου καὶ τοῦ μεγάλου Δημητρίου· ἀλλ᾿ ἐν τῆ ἀποδημία τοῦ ἀδελφοῦ, εἶδον τοῦτον πρὸ μιᾶς ἡμέρας· κἀγὼ εἰς θλίψιν καὶ περίστασιν ὑπῆρχον, οἱα νἀναγγείλει ὑμῖν ὁ ἀδελφός· εὔχεσθε δὲ ὑπὲρ οὗ ανἀγγείλει ὑμῖν ἤγουν διὰ τὴν ψυχὴν τοῦ τεκνίου μου καὶ τῆς προμοτῆς αὐτοῦ, καὶ πέποιθα εἰς Κύριον τὸν Θεὸν καὶ εἰς τὰς ἁγίας ὑμῶν εὐχάς, ὅτι εἰ καλέσει καιρὸς, τόσα ἔχω στεῖλαι, ὅτι ἵνα ψάλλετε καὶ ἀναγινώσκετε τὸν χρόνον ὅλον· ὅσα δὲ καὶ διὰ στόματος εἴπη ὑμῖν ὁ Θεοδώρητος, ἐξ ἐμοῦ ἔχει ταῦτα. καὶ πιστεύω εἰς Κύριον ὅτι καὶ νὰ ἀληθεύσω· τοὺς ἁγίους μου αὐθέντας πάντας τοὺς ἐν τῆ μονῆ τοῦ τιμίου Προδρόμου σὺν τῶ ἁγίω μου πατρὶ τῶ καθηγουμένω, ποιῶ μετάνοιαν· καὶ πρό γε πάντων, τὸν ἐμοὶ ποθεινότατον, ἀντιλήπτορὰ μου τὸν μέγαν ᾿Ιωάννην τὸν Πρόδρομον καὶ βαπτιστὴν τοῦ Κυρίου μου· εἰς γὰρ εὐκτήριον μέγα οἰκῶ, τοῦ τιμίου Προδρόμου· μηνὶ ἰουλλ(ίω) κη'· ιν(δικτιῶν)ος δ'. ,ςωκζ ἔτη. αἲ αἲ αἲ. εἰς πόσην θλίψιν εἰμὶ πατέρες μου ἅγιοι ὅτε ταῦτα ἔγραψα μετὰ δακρύων· μονογενὲς γάρ μοι ὑπῆρχε τὸ ἀποδράσαν παιδίον· ὑπὲρ οὗ καὶ εὔχεσθαι ὅτε ἀναχείραν λαμβάνετε τὸ παρὸν μηδαμηνὸν σύγγραμμα· +". (f. 7)


Κώδικας ΧρονολογίαΙεροσολύμων, Βιβλ. Ελλ. Πατρ., αρ. 207. τέλη 11ου - αρχές 12ου αι.
Εκδόσεις ΣημειώματοςΠαπαδοπούλου- Κεραμέως, Ιεροσολυμιτική Βιβλιοθήκη, τ. ΙΙ, ó. 317.
Χειρογράφου ΠεριεχόμενοΜηνολόγιον, Τριώδιον κ.α.
Χειρογράφου Τύχες
ΓραφεύςΜιχαήλ Αγιοδημητρίτης, μοναχός πρωτοκανονάρχης
Τόπος Καταγωγής Γραφέως
Τόπος Καταγωγής Κτήτορος
Τοπωνύμια
Ιδιότηςμοναχός
Πολιτικά Αξιώματα
Εκκλησιαστικά Αξιώματαπρωτοκανονάρχης, προσμονάριος.
ΜονήΜονή Τιμίου Προδρόμου, Μονή αγίου Δημητρίου.
Ναός
Κοσμικό Κτίσμα
Κτήτωρ/Χορηγός Κτίσματος
Κτήτωρ/Χορηγός Χειρογράφουδωρεά χειρογράφου
Δωρεά Περιουσίας
Ιστορικά Γεγονότα
Φυσικά Φαινόμενα
Επαγγέλματα
Εθνικά
Διάφορα Χαρακτηριστικά
Προσωπικά Γεγονότα Θάνατος συζύγου και τέκνου
Σχόλια
Όνομα, Επώνυμο
Ηλικία