Σημείωμα | +ὁ γράψας τουτονὶ τὸν καθ᾿ ἡμῶν ψόγον, ἰω<άνν>ης εἰμὶ ἱερεὺς χιονόπ<ου>λ<ος> · πλὴν · εἰ καὶ ἔγραψα, ἀλλ᾿ ἥκιστα πᾶσι τούτοις τοῖς ὦδ᾿ ἐγκειμένοις ῥήμασιν ὦτα τἀμὰ κλίνω · ἀλλὰ μᾶλλον ὠσεὶ ἀσπὶς βυῶ ταῦτα, ἥ φωνῆς ὅταν ἐπαδόντων αἴσθηται, οὐκ ἀνέχεται ταύτης ἀκούειν · καὶ γὰρ τὸ ἐν τῶ θαβωρ<ίω> φῶς ἀστράψαν ἐκ τῆς ἐν τῆ σαρκὶ κεκρυμμένης θεότητος τοῦ θεαν<θρώπ>ου λόγου, ἀτεχνῶς ἄκτιστον καὶ ἀριδήλως ὁμολογῶ, πειθόμενος τῆ ἐμῆ ἐκκλησία · τοὺς δὲ ψόγους οὕς καθ᾿ἡμῶν ὁ τὸν λόγον τοῦτον ἐκθέμενος προσάγει, φάσκων ἡμᾶς πολυθέους ὡς πολυμερῆ τὸν θ<εὸ>ν δοξάζοντας, ὡς ψευδεῖς τούτους διαρρήδην ἀποστρέφομαι· μίαν γὰρ ἴσμεν τῶν πάντων ἀρχὴν αὐτὸν τὸν θ<εὸ>ν, καὶ ἀόρατον · καὶ ἀκατάληπτον · καὶ ἁπλοῦν · καὶ ἀμέριστον κατὰ τὴν οὐσίαν · μεριστὸν δὲ κατὰ τὰς ὑποστάσεις. καὶ οὔτέ τι ἐν αὐτῶ ὑπερκείμενον μᾶλλον δ᾿εἰπεῖν ὑπερκειμένην θεότητα ἔγνωμεν, οὔτ᾿ὑφειμένην · ἀλλ᾿ αὐτὸν μόνον ἔγνωμεν καὶ λατρεύωμεν μόνον ἁπλοῦν, ἀσύνθετον · ἄτομον · ἀΐδιον καὶ ἀμέριστον· τὸ δ᾿ ἐν τῶ θαβωρίω ὄρει φῶς ἀστράψαν κηρύττωμεν ἄκτιστον, ἔτι δὲ καὶ ἀΐδιον, ὡς ἐξ αὐτῆς τῆς κεκρυμμένης θεότητος ἐν τῶ χ<ριστ>ῶ λάμψαν, ὡς οἶδεν αὐτὸς ὁ εἷς τῆς τριάδος θ<εὸ>ς · οὐδὲν γὰρ ἴσμεν ἐν τῶ θ<ε>ῶ κτιστὸν · οὐκοῦν, οὐδ᾿ἐκεῖνο κτιστὸν · καὶ τοῦτο, οὐκ ἐξ ἡμετέρας σοφίας ἤ θεολογίας κηρύττομεν καὶ φρονοῦμεν οὕτως ἔχειν ὅν τρόπον πιστεύομεν, ἀλλὰ τοῖς ἁγίοις καὶ οὐκουμενικοῖς πειθόμενοι διδασκάλοις, διαρρήδην τοῦτο κηρύττοντας· οὕτω φρονοῦντες, οὕτως λέγομεν (f. 139r). |