Σημείωμα | ᾿Εγεγόνει ἡ παροῦσα βίβλος διὰ συνεργίας, κόπου τὲ καὶ ἐξόδους ῾Ρετιοντινοῦ πατρικίου τῆ κλήσει, ἄζυγος τὲ καὶ ἰερομονάχου τοῦ Βαρλαάμ· διὰ δὲ χειρὸς καμοῦ του ἁμαρτωλοῦ Κωνσταντίνου τοῦ ᾿Αλεξοπούλου ἐν τῷ Ϛωοβ' ἰνδικτιῶνος β' · δέομαι δὲ καὶ ἀντιβολῶ ὑμᾶς τοὺς ἐφεξῆς μέλλοντας ἐχειρεῖν καὶ ἀναγινώσκειν τὰ ψυχοφελῆ αὐτῆς ἐκτυπώματα ἅ παρὰ τῶν πανενδόξων ἀποστόλων ἐν τῇ θεῖα καὶ ἰερὰ καθολικῆ ἁγία ἐκκλησία κατετυπώθησαν ταῖς αὐτῶν τῶν πανενδόξων ἀποστόλων πρεσβείαις τὰ ἑμὰ σφάλματα ὡς θεωρείτε εἰς τὸ κρεῖττον ἐκδιορθώσατε · κἀμὲ δὲ εὕχεσθαι διὰ τὸν κύριον · ὅπως ἐν τῇ ἡμέρα ἐκείνη τῶν αἰωνῖον βασάνων ῥυσθήσομαι· τῆς δὲ ἐκ δεξιῶν τοῦ σωτῆρος ἐπιτύχω χάριτος πρεσβείαις τῶν ἐνδόξων ἀποστόλων τῆς θεοτόκου καὶ πάντων τῶν ἁγίων. ῾Ο δὲ γε ἀνακαινιοσμὸς τῆς παρούσης νῦν βίβλου ἐγεγόνη διὰ χειρὸς ἐμοῦ · τοῦ εὐτελοὺς καὶ ἀμαθοῦ Νικολάου υἱοῦ παπὰ Μιχαὴλ |