Σημείωμα #2020
Αύξων Αριθμός | 2020 |
---|---|
Σημείωμα Χρονολογία | 14ου αἰ. |
Σημείωμα | Τὸ παρὸν βιβλίον ὑπάρχει ἐμοῦ τοῦ ἁμαρτωλοῦ Θεοφίλου μοναχοῦ τοῦ καὶ τὰ λοιπὰ γράψαντος βιβλία · καὶ ἐν αὐτῇ τῇ ἐκβολῇ μου ἐκ τῆς μονῆς ἀνατίθημι αὐτὸ ὥσπερ τι ἐξητήριον σοὶ τῇ παντανάσσῃ δεσποίνῃ μου Θεομήτορι τῇ Πορταϊτίσσῃ ἐν τῇ τῶν ᾿Ιβήρων σεβασμίᾳ μονῇ · καὶ σύγγνωθί μοι Κυρία μου · ἄκων γὰρ ἐξέρχομαι, κορεσθεὶς καὶ βαρυνθεὶς τοὺς γογγυσμοὺς καὶ τὰ σκάνδαλα · δωδεκαετῆ γὰρ χρόνον ὅλη δυνάμει πυκτεύσας παντοίοις κόποις διακονίαις καὶ ἔργοις χειρῶν, θεραπεύσας τοὺς ἐν τῇ μονῇ δούλους σου, οὐκ ἴσχυσα · διὸ καὶ ἐξέρχομαι μὴ εἴδὼς ποῦ ἀπέρχομαι, ἀπελπισμένος ὤν ἐξ αὐτῶν, γέρων ὢν ἤδη καὶ ἀδύνατος καὶ τὸ πλεῖστον τοῦ σώματος σεσηπώς · κεκρικὼς τοῦτο ἐν ἐμαυτῷ · κρεῖττον ἐμὲ περιφέρεσθαι ἐκ τόπου εἰς τόπον καὶ κακῶς πάσχειν καὶ ὀνειδίζεσθαι ὑπὸ τῶν ἀλλοτρίων, ἤ αὐτοὺς καθ᾿ ἑαυτοὺς δι᾿ἐμὲ γογγύζειν καὶ στασιάζειν καὶ ταράττεσθαι. Διὸ δέομαί σου Κυρία μου, πρῶτον μὲν αὐτοὺς εἰρήνευσον καὶ ὁμονόησον καὶ τὰ σκάνδαλα παῦσον, ἔπειτα ἐμὲ διὰ τὰς ἁγίας αὐτῶν εὐχὰς προνοήθητι καὶ κυβέρνησον καὶ συντήρησον ἀβλαβῆ ἐκ παντὸς ψυχικοῦ καὶ σωματικοῦ παραπτώματος καὶ τῆς σῆς ποίμνης καὶ μάνδρας κἂν ἐν τῶ τέλει μὴ ἀποξενώσης μοι · καὶ ἐν τῇ τοῦ θανάτου με ὥρα πρόστηθι καὶ τῶν δεινῶν τελωνίων καὶ κολάσεων λύτρωσαι · ὅτι εὐλογημένη ὑπάρχεις εἰς τοὺς αἰῶνας ἀμήν. + Εἴ τις ἀποξενώσει τὸ παρὸν βιβλίον ἀπὸ τῆς τῶν ᾿Ιβήρων μονῆς νὰ ἔχει τὴν Θεοτόκον ἀντίδικον. Θεόφιλος. (στό τέλος). |
Κώδικας Χρονολογία | ᾿Αθων. ᾿Ιβήρων 683 (14ου αἰ.) |
Εκδόσεις Σημειώματος | Λάμπρου, ῞Αγ. ῎Ορος Β', ó. 201. Vogel - Gardthausen, Schreiber, ó. 146. PLP 7640. |
Χειρογράφου Περιεχόμενο | ῾Ομιλίαι, κλπ. |
Χειρογράφου Τύχες | |
Γραφεύς | |
Τόπος Καταγωγής Γραφέως | |
Τόπος Καταγωγής Κτήτορος | |
Τοπωνύμια | |
Ιδιότης | |
Πολιτικά Αξιώματα | |
Εκκλησιαστικά Αξιώματα | |
Μονή | |
Ναός | |
Κοσμικό Κτίσμα | |
Κτήτωρ/Χορηγός Κτίσματος | |
Κτήτωρ/Χορηγός Χειρογράφου | ναι |
Δωρεά Περιουσίας | |
Ιστορικά Γεγονότα | |
Φυσικά Φαινόμενα | |
Επαγγέλματα | |
Εθνικά | |
Διάφορα Χαρακτηριστικά | |
Προσωπικά Γεγονότα | |
Σχόλια | |
Όνομα, Επώνυμο | |
Ηλικία |