Σημείωμα #3167
| Αύξων Αριθμός | 3167 |
|---|---|
| Σημείωμα Χρονολογία | 30 Σεπτεμβρίου 1460 |
| Σημείωμα | + ἔτει Ϛ ξθ' μηνὶ σεπτευρίῳ λ', ἰνδ(ικτιῶνος) θ' | ἡ ταπεινότ(ης) ἡμῶν ἐξ οἰκί(ας) βουλῆς ἡμῶν καὶ θελήσεως | κ(αὶ) γνώμ(ης) αὐθερέτου ἐπιδίδωμαι (sic) κ(αὶ) ἀφιερώνω εἰς τὴν | ἁγί(αν) κ(αὶ) σε(βασμίαν) καὶ ἱερὰν μονὴν τοῦ ἁγίου μου ἐνδόξου πανευφήμου ἀποστόλου | κ(αὶ) εὐαγγελιστοῦ ᾿Ιω(άνν)ου τοῦ θεολόγου τῆς διακειμένης ἐν τῆ | νήσω τῆ καλουμένη Πάτμω τὸ παρὸν ἱερὸν κ(αὶ) ἅγιον εὐα(γγέλι)ον | κεκοσμημένον ὡς ὡρᾶται κ(αὶ) βλέπεται κ(αὶ) ἀμνὸν ἕνα | ἐκ χρυσοῦ σιρματηρὸν ὀξὺν καὶ ἀέραν ἐκ χρυσοῦ | καὶ αὐτὸς σιρματηρὸς εἰς (sup. lin.) κάμπον κόκκινον, ἕνα καὶ τριώδιον | βιβλίον ἕν βεμβήκινον, καὶ πεντηκοστάριν βιβλίον | ἕν βεμβήκυνον χάριν κ(αὶ) ψυχικῆς ἕνεκα σ(ωτη)ρί(ας) ὡς ἄν εἶναι | ἀναφαίρετα ταῦτα ἀπὸ τοῦ νῦν κ(αὶ) εἰς τὸν αἰῶνα τοῦ αἰῶνος | μὴ ἔχωντάς τις ἄδειαν ἤ ἐξουσίαν ἤ ἐκποιῆσαι ἤ ἀνταλλάξαι. | ἤ πολῆσαι. ἤ χαρῖσαι κἄν ὁπωσδήποτε ἤ καθ᾿ οἷον|δή τινα καιρὸν, ἤ χρόνον, ἤ τρόπον, ὅ δε (ταῦτα· διαγεγραμμένον ) βου|ληθείη κἄν ὁπωσδήποτε ὑστερῆσαι ταῦτα | τῆ λεγομένη μονῆ, ἔστω κατάκριτος ως ὁ προδώσ(ας) τὸν Κ(ύριο)ν ᾿Ι|ούδας κ(αὶ) ἡ ψυχὴ αὐτοῦ κατάκριτος μετὰ τ(ῶν) δαιμόν(ων) | οἱ ἀδελφοὶ δὲ τῆς μον(ῆς) ς ἔστωσαν, ὡς κ(αὶ) συνέθεντο, κεκρα|τημένοι, ἵνα καθ᾿ ἑκάστην ἱερουργίαν μερίδα μίαν | αἴρειν ὑπὲρ τῆς ἐμαυτοῦ ψυχῆς, χάριν δὲ ἀσφαλεί(ας) κ(αὶ) τὰ παρόντα διαγραψάμην κ(αὶ) ἀπέγραψα | κ(αὶ) βεβαιώσας δι᾿ αὐτῆς ἀπαράφηκα. μην(ὶ) καὶ χρόνω τοῖς ἄνωθεν γεγραμμένοις. ῾Ο ταπεινός μ(ητ)ροπολίτης Μύρ(ων) κ(αὶ) καθηγούμενος Πάτμου Ματθαῖος (f. 39). |
| Κώδικας Χρονολογία | Πατμ. 75 (12ου αἰ.) |
| Εκδόσεις Σημειώματος | Κομίνη, Πίνακας, σ. 24. PLP 17369 |
| Χειρογράφου Περιεχόμενο | Εὐαγγελιστάριον |
| Χειρογράφου Τύχες | |
| Γραφεύς | Ματθαίος |
| Τόπος Καταγωγής Γραφέως | |
| Τόπος Καταγωγής Κτήτορος | |
| Τοπωνύμια | Λυκία, Πάτμος (Κάρπαθος, Νάξος -βλ. PLP) |
| Ιδιότης | |
| Πολιτικά Αξιώματα | (πρόεδρος Καρπάθου και Νάξου - βλ. PLP) |
| Εκκλησιαστικά Αξιώματα | ηγούμενος, μητροπολίτης Μύρων, Λυκία |
| Μονή | μονή Ιωάννου Θεολόγου Πάτμου |
| Ναός | |
| Κοσμικό Κτίσμα | |
| Κτήτωρ/Χορηγός Κτίσματος | |
| Κτήτωρ/Χορηγός Χειρογράφου | ναι, ένεκα ψυχικής σωτηρίας |
| Δωρεά Περιουσίας | ναι |
| Ιστορικά Γεγονότα | |
| Φυσικά Φαινόμενα | |
| Επαγγέλματα | |
| Εθνικά | |
| Διάφορα Χαρακτηριστικά | |
| Προσωπικά Γεγονότα | |
| Σχόλια | |
| Όνομα, Επώνυμο | |
| Ηλικία |